Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.69 Joseph. AJ 10.75 (English) >>Joseph. AJ 10.78

10.72καὶ γενομένης οὕτως ἀφθόνου τῆς τῶν ἱερείων εὐπορίας τὰς θυσίας ἐπετέλουν τοῖς Μωυσέος νόμοις, ἑκάστῳ τῶν ἱερέων ἐξηγουμένων καὶ διακονουμένων τοῖς ὄχλοις, καὶ τοῦ μηδεμίαν ἄλλην οὕτως ἀχθῆναι τοῖς Ἑβραίοις ἑορτὴν ἀπὸ τῶν Σαμουήλου τοῦ προφήτου χρόνων αἴτιον ἦν τὸ πάντα κατὰ νόμους καὶ κατὰ τὴν ἀρχαίαν παρατήρησιν τῆς πατρίου συνηθείας ἐπιτελεσθῆναι. 10.73ζήσας δʼ ἐν εἰρήνῃ μετὰ ταῦτα Ἰωσίας ἔτι δὲ καὶ πλούτῳ καὶ τῇ παρὰ πᾶσιν εὐδοξίᾳ κατέστρεψε τούτῳ τῷ τρόπῳ τὸν βίον· 10.74

Νεχαῦς τῶν Αἰγυπτίων βασιλεὺς ἐγείρας στρατιὰν ἐπὶ τὸν Εὐφράτην ἤλασε ποταμὸν Μήδους πολεμήσων καὶ τοὺς Βαβυλωνίους, οἳ τὴν Ἀσσυρίων κατέλυσαν ἀρχήν· τῆς γὰρ Ἀσίας βασιλεῦσαι πόθον εἶχε. 10.75γενομένου δʼ αὐτοῦ κατὰ Μένδην πόλιν, ἦν δʼ αὕτη τῆς Ἰωσίου βασιλείας, μετὰ δυνάμεως εἶργεν αὐτὸν διὰ τῆς ἰδίας ποιεῖσθαι χώρας τὴν ἐπὶ τοὺς Μήδους ἔλασιν. πέμψας δὲ κήρυκα πρὸς αὐτὸν Νεχαῦς οὐκ ἐπʼ αὐτὸν στρατεύειν ἔλεγεν, ἀλλʼ ἐπὶ τὸν Εὐφράτην ὡρμηκέναι· μὴ παροξύνειν δʼ αὐτὸν ἐκέλευεν, ὥστε πολεμεῖν αὐτῷ κωλύοντι βαδίζειν ἐφʼ οὗ διέγνωκεν. 10.76Ἰωσίας δὲ οὐ προσίετο τὰ παρὰ τοῦ Νεχαῦ, ἀλλʼ οὕτως εἶχεν ὡς μὴ συγχωρεῖν αὐτῷ τὴν οἰκείαν διέρχεσθαι, τῆς πεπρωμένης οἶμαι εἰς τοῦτʼ αὐτὸν παρορμησάσης, ἵνα λάβῃ πρόφασιν κατʼ αὐτοῦ.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.69 Joseph. AJ 10.75 (English) >>Joseph. AJ 10.78

Powered by PhiloLogic